Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.35 Joseph. AJ 20.40 (English) >>Joseph. AJ 20.47

20.38

Πυθόμενος δὲ πάνυ τοῖς Ἰουδαίων ἔθεσιν χαίρειν τὴν μητέρα τὴν ἑαυτοῦ ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μεταθέσθαι, νομίζων τε μὴ ἂν εἶναι βεβαίως Ἰουδαῖος, εἰ μὴ περιτέμνοιτο, πράττειν ἦν ἕτοιμος. 20.39μαθοῦσα δʼ μήτηρ κωλύειν ἐπειρᾶτο ἐπιφέρειν αὐτῷ κίνδυνον λέγουσα· βασιλέα γὰρ εἶναι, καὶ καταστήσειν εἰς πολλὴν δυσμένειαν τοὺς ὑπηκόους μαθόντας, ὅτι ξένων ἐπιθυμήσειεν καὶ ἀλλοτρίων αὐτοῖς ἐθῶν, οὐκ ἀνέξεσθαί τε βασιλεύοντος αὐτῶν Ἰουδαίου. 20.40καὶ μὲν ταῦτʼ ἔλεγεν καὶ παντοίως ἐκώλυεν. δʼ εἰς τὸν Ἀνανίαν τοὺς λόγους ἀνέφερεν. τοῦ δὲ τῇ μητρὶ συμφάσκοντος καὶ συναπειλήσαντος ὡς εἰ μὴ πείθοι καταλιπὼν ἄπεισιν· 20.41δεδοικέναι γὰρ ἔλεγεν, μὴ τοῦ πράγματος ἐκδήλου πᾶσιν γενομένου κινδυνεύσειε τιμωρίαν ὑποσχεῖν ὡς αὐτὸς αἴτιος τούτων καὶ διδάσκαλος τῷ βασιλεῖ ἀπρεπῶν ἔργων γενόμενος, δυνάμενον δʼ αὐτὸν ἔφη καὶ χωρὶς τῆς περιτομῆς τὸ θεῖον σέβειν, εἴγε πάντως κέκρικε ζηλοῦν τὰ πάτρια τῶν Ἰουδαίων· τοῦτʼ εἶναι κυριώτερον τοῦ περιτέμνεσθαι· 20.42συγγνώμην δʼ ἕξειν αὐτῷ καὶ τὸν θεὸν φήσαντος μὴ πράξαντι τὸ ἔργον διʼ ἀνάγκην καὶ τὸν ἐκ τῶν ὑπηκόων φόβον, ἐπείσθη μὲν τότε τοῖς λόγοις βασιλεύς. 20.43μετὰ ταῦτα δέ, τὴν γὰρ ἐπιθυμίαν οὐκ ἐξεβεβλήκει παντάπασιν, Ἰουδαῖός τις ἕτερος ἐκ τῆς Γαλιλαίας ἀφικόμενος Ἐλεάζαρος ὄνομα πάνυ περὶ τὰ πάτρια δοκῶν ἀκριβὴς εἶναι προετρέψατο πρᾶξαι τοὖργον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.35 Joseph. AJ 20.40 (English) >>Joseph. AJ 20.47

Powered by PhiloLogic